Ταύτῃ τῇ πίστει, θεοσεβέστατε Αὔγουστε, πάντας ἐπιμένειν ἀναγκαῖον ὡς θείᾳ καὶ ἀποστολικῇ καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις , ὅπερ πεποιήκασιν ἐξ ἀρχῆς οἱ Ἀρειομανῖται , ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ λέγοντες καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν καὶ κτιστὸς καὶ ποιητὸς καὶ τρεπτός ἐστι.