Γίνωσκε γάρ, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μὲν ἐξ αἰῶνός ἐστι κηρυττομένη, ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίᾳ συνελθόντες πατέρες καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ κατὰ τόπον ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν καὶ Βρεττανίαν καὶ Γαλλίας καὶ τῆς Ἰταλίας πάσης καὶ Δαλματίας , Δακίας τε καὶ Μυσίας , Μακεδονίας καὶ πάσης Ἑλλάδος καὶ αἱ κατὰ τὴν Ἀφρικὴν πᾶσαι καὶ Σαρδανίαν καὶ Κύπρον καὶ Κρήτην , Παμφυλίαν τε καὶ Λυκίαν καὶ Ἰσαυρίαν καὶ αἱ κατὰ πᾶσαν τὴν Αἴγυπτον καὶ τὰς Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν καὶ τὰ πλησίον μέρη καὶ αἱ κατὰ τὴν ἀνατολὴν ἐκκλησίαι παρὲξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων.