ἀλλ’ ἐπειδὴ νῦν τὴν ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοί τινες μὲν αὐτὴν τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται μὲν ὁμολογεῖν αὐτήν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται παρερμηνεύοντες τὸ ὁμοούσιον καὶ αὐτοὶ βλασφημοῦντες εἰς τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι αὐτὸ καὶ ποίημα διὰ τοῦ υἱοῦ γεγονός, ἀναγκαίως θεωρήσαντες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γινομένην κατὰ τῶν λαῶν ἐπιδοῦναι τῇ σῇ εὐλαβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια, μεθ’ ὅσης ἀκριβείας γέγραπται καὶ ὅσον πλανῶνται οἱ παρὰ ταύτην διδάσκοντες.