καὶ φθάσαντες μὲν οἱ ἅγιοι πατέρες ἡμῶν συνελθόντες, ὡς προείπομεν, ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ τὴν μὲν ἀρειανῶν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης ἀποσβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν. ἦν μὲν οὖν αὕτη πανταχοῦ κατὰ πᾶσαν ἐκκλησίαν γινωσκομένη τε καὶ κηρυττομένη·