θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ’ ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.