ὑμεῖς δὲ πάλιν κοινῇ, ἔνθα καὶ εἰώθατε συνάγεσθαι, ἀνάγνωτε ταῦτα κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε. δίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆναι κἀκεῖ τοὺς βουλομένους καὶ ἀντιποιουμένους τῆς εἰρήνης συνάπτεσθαι, καὶ λοιπὸν συναφθέντων αὐτῶν ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς παρούσης τῆς ὑμετέρας χρηστότητος ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖσθαι καὶ τὸν κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι. προσαγορεύετε πάντας τοὺς σὺν ὑμῖν ἀδελφούς. προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. ἔρρωσθαι ὑμᾶς καὶ μνημονεύειν ἡμῶν τῷ κυρίῳ εὔχομαι ἐγώ τε Ἀθανάσιος . ὁμοίως τε οἱ ἄλλοι ἐπίσκοποι οἱ συνελθόντες ὑπέγραψαν καὶ οἱ ἀποσταλέντες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου Σαρδίας νήσου διάκονοι δύο, Ἑρέννιος καὶ Ἀγαπητός , παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος , καὶ αὐτοὶ διάκονοι. παρῆσαν δὲ καί τινες Ἀπολιναρίου τοῦ ἐπισκόπου μονάζοντες παρ’ αὐτοῦ εἰς τοῦτο πεμφθέντες. ὁμοίως Ἀγαθὸς · Ἀμμώνιος · Ἀγαθοδαίμων · Δρακόντιος · Ἑρμαίων · Μάρκος · Θεόδωρος · Ἀνδρέας · Παφνούτιος · Μάρκος καὶ οἱ λοιποί.