ἀλλ’ ὑμεῖς, ὦ ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι καὶ οἰκονόμοι τοῦ κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενίζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προκρίνετε τὴν τοιαύτην εἰρήνην. οὔσης ὑγιαινούσης πίστεως ἴσως ὁ κύριος ἐλεήσει ἡμᾶς καὶ συνάψει τὰ διῃρημένα καὶ γενομένης μιᾶς ποίμνης πάλιν πάντες ἕνα ἔχομεν καθηγεμόνα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ταῦτα ἡμεῖς μέν, εἰ καὶ μηδὲν πλέον ἔδει ζητεῖν τῆς ἐν Νικαίᾳ συνόδου μηδὲ ἀνέχεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην καὶ ἕνεκα τοῦ μὴ ἀποβαλεῖν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν καὶ ἅπερ ὡμολόγησαν συντόμως ὑπηγορεύσαμεν οἱ περιλειφθέντες ἐν τῇ Ἀλεξανδρείᾳ κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Εὐσεβίου τε καὶ Ἀστερίου · οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν.