πάντες τε τῇ τοῦ θεοῦ χάριτι καὶ μετὰ τὰς τοιαύτας ἑρμηνείας ὁμῶς συντίθενται τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν καὶ τοῦ λοιποῦ τοῖς ταύτης ἀρκεῖσθαι μᾶλλον καὶ χρᾶσθαι ῥήμασιν. Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλονεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους κἀκείνους καὶ ἅπερ ὡμολόγουν οὗτοι συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας ἐγένετο ὁ λόγος κυρίου , οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων , ἀλλ’ αὐτὸς ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐν μορφῇ θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφὴν ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγέννηται ἄνθρωπος δι’ ἡμᾶς καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὑτῷ καὶ ζωοποιούμενον ἐκ τῶν νεκρῶν εἰσάγεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.