οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο μήτε τοῦτο λέγειν μήτε οὕτω πεφρονηκέναι ποτέ, ἀλλ’ ὑπόστασιν μὲν λέγομεν ἡγούμενοι ταὐτὸν εἶναι εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν, μίαν δὲ φρονοῦμεν διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ διὰ τὴν ταυτότητα τῆς φύσεως· μίαν γὰρ θεότητα καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύομεν καὶ οὐκ ἄλλην μὲν τὴν τοῦ πατρός, ξένην δὲ τούτου τὴν τοῦ υἱοῦ καὶ τὴν τοῦ ἁγίου πνεύματος. ἀμέλει κἀκεῖ οἱ αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετίθεντο τούτοις· καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν οὐσίαν τὰ ἐκείνων, ὥσπερ ἡρμήνευσαν, καὶ ὡμολόγουν καὶ ἀνεθεματίζετο παρὰ ἀμφοτέρων τῶν μερῶν Ἄρειός τε ὡς χριστομάχος καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς ὡς ἀσεβεῖς καὶ Οὐαλεντῖνος μὲν καὶ Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ ὡς ἐφευρετὴς κακῶν·