ὅθεν κἂν τοῦτό τις ἢ ἕτερον προβάλληται, παύετε τοὺς τοιούτους καὶ μᾶλλον εἰρηνεύειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνείδομεν ἐν τούτοις ἢ φιλονεικίαν μόνην. οὓς γὰρ ἐμέμφοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις διὰ τὸ ἀγράφους καὶ ὑπόπτους αὐτόθεν εἶναι τὰς λέξεις, ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ Νίκαιαν ὁμολογίας, ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ τὴν φιλονεικίαν, μὴ ἆρα, ὡς οἱ Ἀρειομανῖται λέγουσιν, ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλοτριοουσίους τε ἀλλήλων καὶ ἑκάστην καθ’ ἑαυτὴν ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι, ἢ ὥσπερ διαφόρους οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς καὶ ἄργυρος καὶ χαλκός, οὕτω καὶ αὐτοὶ λέγουσιν, ἢ ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρχὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω φρονοῦντες τρεῖς ὑποστάσεις λέγουσι καὶ διεβεβαιώσαντο μήτε λέγειν μήτε πεφρονηκέναι ποτὲ οὕτως.