καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι καίτοι δυνάμενοι σπεύδειν εἰς τὰς παροικίας ἑαυτῶν προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸν ἕνεκά γε τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας. συνθεμένων γοῦν αὐτῶν παρεμυθησάμεθα ἑαυτούς, ὅτι αὐτῶν τε καὶ ὑμῶν ἐκεῖ τυγχανόντων πάντες ἑαυτοὺς ἡγούμεθα συνεῖναι ὑμῖν. Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸς ἡμᾶς καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους καὶ τοὺς ἀπὸ τῶν Ἀρειανῶν προσκαλέσασθε πρὸς ἑαυτοὺς καὶ ὡς μὲν πατέρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδεμόνες ἀποδέξασθε καὶ συνάψαντες αὐτοὺς τοῖς ἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον μηδὲν πλέον ἀπαιτήσητε παρ’ αὐτῶν ἢ ἀναθεματίζειν μὲν τὴν Ἀρειανὴν αἵρεσιν, ὁμολογεῖν δὲ τὴν παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεματίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ πνεῦμα τὸ ἅγιον καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ.