Ἐβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸ τῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς Εὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν μάλιστα δὲ τούτου χάριν ἐλθεῖν, ἵν’ ἅμα τὴν ὑμετέραν περιπτυξώμεθα καὶ κοινῇ τῆς τοιαύτης ἀπολαύσωμεν εἰρήνης τε καὶ ὁμονοίας· ἐπειδὴ δέ, καθὼς καὶ ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἐδηλώσαμεν καὶ δύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν, αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς, ἐλυπήθημεν μέν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλειτουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ’ ἡμῶν πρὸς ὑμᾶς.