Πεπείσμεθα μέν, ὅτι λειτουργοὶ θεοῦ καὶ οἰκονόμοι καλοὶ τυγχάνοντες ἱκανοί ἐστε πρὸς ἅπαντα τὰ τῆς ἐκκλησίας ἁρμόζεσθαι· ἐπειδὴ δὲ καὶ εἰς ἡμᾶς ἦλθεν, ὅτι πλεῖστοι πρότερον διὰ φιλονεικίαν διαιρεθέντες ἀφ’ ἡμῶν νῦν εἰρηνεύειν βούλονται, πολλοὶ δὲ καὶ τῆς πρὸς τοὺς Ἀρειομανίτας σχέσεως ἀποστάντες ἀντιποιοῦνται τῆς πρὸς ἡμᾶς κοινωνίας, ἀναγκαῖον ἡγησάμεθα ταῦτα, ἅπερ ἐγράψαμεν ἡμεῖς τε καὶ οἱ ἀγαπητοὶ ἡμῶν Εὐσέβιός τε καὶ Ἀστέριος , γράψαι τῇ ὑμῶν χρηστότητι καὶ αὐτοί, ἀγαπητοὶ καὶ ὡς ἀληθῶς ποθεινότατοι συλλειτουργοί, χαίροντες μὲν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, εὐχόμενοι δὲ ἵνα καί, εἴ τις ἔτι περιλείπεται μακρὰν ἀφ’ ἡμῶν καὶ εἴ τις ἔτι τοῖς Ἀρειανοῖς συνερχόμενος φαίνεται, οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας, ὥστε πάντας πανταχοῦ λοιπὸν λέγειν· εἷς κύριος μία πίστις. τί γὰρ οὕτω καλὸν ὡς εἶπεν ὁ ὑμνῳδὸς ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό ; οἶκος δὲ ἡμῶν ἡ ἐκκλησία καὶ φρόνημα εἶναι πρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν κύριον μεθ’ ἡμῶν κατοικήσειν λέγοντα· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. ὧδε δὲ ποῦ, ἢ ἔνθα μία πίστις καὶ εὐσέβεια κηρύσσεται;