καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον καὶ τὰς παρ’ ἐκείνων ἄν τις ἐξετάζειν ἐκ παραλλήλου θέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεοσέβειαν, τῶν δὲ τὴν ἀλογίαν. οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγησαν ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν· οὗτοι δὲ καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμήνῳ γράφειν ἐτόλμησαν, μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν θεόν. ἐκ δὴ τούτων σκοπεῖν ἔξεστιν, ἀδελφοί, ὡς οἱ μὲν ἐν Νικαίᾳ τῶν γραφῶν πνέουσι λέγοντος αὐτοῦ τοῦ θεοῦ ἐν μὲν τῇ ἐξόδῳ· ἐγώ εἰμι ὁ ὤν , διὰ δὲ τοῦ Ἱερεμίου · τίς ἔστη ἐν ὑποστήματι αὐτοῦ καὶ εἶδε τὸν λόγον αὐτοῦ; καὶ μετ’ ὀλίγον· καὶ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ ἤκουσαν τῶν λόγων μου . ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν, ὅπερ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγων· καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως . ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει. τοῦτο νοῶν καὶ ὁ Παῦλος ἔγραψεν Ἑβραίοις· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.