οἱ δέ γε ἐπίσκοποι οἱ ἀληθῶς γνήσιοι δοῦλοι τοῦ κυρίου καὶ ὀρθῶς πιστεύοντες – ἦσαν δὲ ἐγγὺς διακόσιοι – ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ καὶ μηδὲν πλέον ἢ ἔλαττον παρ’ ἐκείνην ζητεῖν ἢ φρονεῖν. ταῦτα καὶ Κωνσταντίῳ δεδηλώκασι τῷ καὶ τὴν σύνοδον κελεύσαντι γενέσθαι. ἀλλ’ οἱ ἐν τῇ Ἀριμήνῳ καθαιρεθέντες ἀπελθόντες πρὸς Κωνστάντιον πεποιήκασιν ὑβρισθῆναι μὲν αὐτούς, ἀπειλὰς δὲ γενέσθαι μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κατ’ αὐτῶν ἀποφηναμένους βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι, ὥστε τῶν παρ’ αὐτῶν καινοτομουμένων ἀνέχεσθαι. Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηιθέντων μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ’ ἐκείνην. ἀλλὰ ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα προβάλλονται· ἐξ ὧν δείκνυνται τῆς μὲν ἀρειανῆς αἱρέσεως ὄντες, ἀλλότριοι δὲ τῆς ὑγιαινούσης πίστεως.