πάσχουσι δέ τι τοιοῦτον, οἷον καὶ οἱ τότε τῶν Ἰουδαίων προδόται πεπόνθασιν· ὡς γὰρ ἐκεῖνοι καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν – γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ –, οὕτως οὗτοι μαχόμενοι πρὸς τὴν οἰκουμενικὴν σύνοδον ὤρυξαν ἑαυτοῖς συνόδους πολλάς· καὶ πᾶσαι κεναὶ παρ’ αὐτοῖς ὡς δράγμα μὴ ἔχων ἰσχὺν ἐφάνησαν. μὴ τοίνυν ἀνεχώμεθα τῶν τὴν Ἀρίμηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ γενομένην. καὶ γὰρ καὶ αὐτοὶ οἱ τὴν Ἀρίμηνον ὀνομάζοντες ἐοίκασι μὴ εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα· ἢ γὰρ ἂν ἐσιώπησαν. οἴδατε γάρ, ἀγαπητοί, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων ἐξ ὑμῶν εἰς τὴν Ἀρίμηνον , ὡς Οὐρσάκιος καὶ Οὐάλης , Εὐδόξιός τε καὶ Αὐξέντιος – ἐκεῖ δὲ ἦν σὺν αὐτοῖς καὶ Δημόφιλος – καθῃρέθησαν θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν, ὅτε καὶ ἀπαιτηθέντες ἀναθεματίσαι τὴν ἀρειανὴν αἵρεσιν παρῃτήσαντο καὶ μᾶλλον αὐτῆς ἤθελον εἶναι προστάται.