ἡ μὲν γὰρ διὰ τὴν ἀρειανὴν αἵρεσιν καὶ διὰ τὸ πάσχα συνήχθη, ἐπειδὴ οἱ κατὰ Συρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν διεφώνουν πρὸς ἡμᾶς καὶ τῷ καιρῷ, ἐν ᾧ ποιοῦσιν οἱ Ἰουδαῖοι, ἐποίουν καὶ αὐτοί. ἀλλὰ χάρις τῷ κυρίῳ, ὥσπερ περὶ τῆς πίστεως οὕτω καὶ περὶ τῆς ἁγίας ἑορτῆς γέγονε συμφωνία. καὶ τοῦτο ἦν τὸ αἴτιον τῆς ἐν Νικαίᾳ συνόδου· αἱ δὲ μετὰ ταύτην ὑπὲρ Ἀρείου μέν, κατὰ δὲ τῆς οἰκουμενικῆς συνόδου ἐπενοήθησαν. Τούτων δὲ οὕτω δεικνυμένων τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμηνον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ Ἀριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντεθέντα προκρίναντας; τίς δὲ τούτοις συνελθεῖν ἐθελήσει τοῖς ἀνθρώποις μηδὲ τὰ ἑαυτῶν ἀποδεχομένοις; οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προείπομεν, συνόδοις ἄλλοτε ἄλλα γράφοντες δῆλοί εἰσιν ἑκάστης αὐτοὶ κατήγοροι γινόμενοι.