ἤδη γὰρ οἱ τοιοῦτοι δέκα καὶ πλέον που συνόδους πεποιήκασι καθ’ ἑκάστην μεταβαλλόμενοι καὶ τὰ μὲν ἀπὸ τῶν πρωτῶν ἀφαιροῦντες, τὰ δὲ ταῖς μετὰ ταῦτα ἐναλλάσσοντες καὶ προστιθέντες. καὶ ὤνησαν οὐδὲν μέχρι νῦν γράφοντες ἐξαλείφοντες βιαζόμενοι οὐκ εἰδότες, ὅτι πᾶσα μὲν φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος ἐκριζωθήσεται , τὸ δὲ ῥῆμα τοῦ κυρίου τὸ διὰ τῆς οἰκουμενικῆς συνόδου ἐν τῇ Νικαίᾳ γενόμενον μένει εἰς τὸν αἰῶνα . ἄν τε γὰρ ἀριθμὸν ἀριθμῷ τις συμβάλοι, πλείους οἱ ἐν Νικαίᾳ τῶν κατὰ μέρος εἰσίν, ὅσον καὶ τὸ ὅλον πλεῖόν ἐστι τοῦ μέρους. ἄν τε τὸ αἴτιον τῆς ἐν Νικαίᾳ καὶ τῶν μετὰ ταύτην τοσούτων γενομένων συνόδων παρὰ τούτων διαγνῶναί τις ἐθέλοι, εὕροι ἂν τὴν μὲν ἐν Νικαίᾳ ἔχουσαν τὸ αἴτιον εὔλογον, τὰς δὲ ἄλλας διὰ μῖσος καὶ φιλονεικίαν ἐκ βίας συγκροτηθείσας.