Διὰ τοῦτο γὰρ καὶ οἰκουμενικὴ γέγονεν ἡ ἐν Νικαίᾳ σύνοδος τριακοσίων δέκα καὶ ὀκτὼ συνελθόντων ἐπισκόπων περὶ τῆς πίστεως διὰ τὴν ἀρειανὴν ἀσέβειαν, ἵνα μηκέτι κατὰ μέρος προφάσει πίστεως γίνωνται, ἀλλὰ κἂν γένωνται μὴ κρατῶσι. τί γὰρ ἐκείνῃ λείπει, ἵνα καινότερα ζητήσῃ τις; πλήρης ἐστὶν εὐσεβείας, ἀγαπητοί· αὕτη πᾶσαν τὴν οἰκουμένην πεπλήρωκε. ταύτην ἔγνωσαν καὶ Ἰνδοὶ καὶ ὅσοι παρὰ τοῖς ἄλλοις βαρβάροις εἰσὶ Χριστιανοί. οὐκοῦν μάταιος ὁ κάματος τοῖς κατ’ αὐτῆς πολλάκις ἐπιχειρήσασιν.