Ἱκανὰ μὲν τὰ γραφέντα παρά τε τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ ἡμῶν Δαμάσου τοῦ ἐπισκόπου τῆς μεγάλης Ῥώμης καὶ τῶν σὺν αὐτῷ τοσούτων συνελθόντων ἐπισκόπων, οὐδὲν δὲ ἧττον καὶ τὰ τῶν ἄλλων γενομένων συνόδων ἔν τε τῇ Γαλλίᾳ καὶ τῇ Ἰταλίᾳ περὶ τῆς ὑγιαινούσης πίστεως , ἣν ὁ μὲν κύριος ἐχαρίσατο, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν καὶ οἱ πατέρες παραδεδώκασιν οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἀπὸ πάσης τῆς καθ’ ἡμᾶς οἰκουμένης. τοσαύτη γὰρ γέγονε τότε σπουδὴ διὰ τὴν ἀρειανὴν αἵρεσιν, ἵνα οἱ μὲν πεπτωκότες εἰς αὐτὴν ἀνασπασθῶσιν, οἱ δὲ ἐφευρόντες ἔκδηλοι γένωνται. ταύτῃ γοῦν καὶ πάλαι πᾶσα ἡ οἰκουμένη συμπεφώνηκε καὶ νῦν δὲ πολλῶν συνόδων γενομένων ὑπομνησθέντες πάντες οἵ τε κατὰ τὴν Δαλματίαν καὶ Δαρδανίαν καὶ Μακεδονίαν Ἠπείρους τε καὶ τὴν Ἑλλάδα καὶ Κρήτην καὶ τὰς ἄλλας νήσους Σικελίαν τε καὶ Κύπρον καὶ Παμφυλίαν Λυκίαν τε καὶ Ἰσαυρίαν καὶ πᾶσαν τὴν Αἴγυπτον καὶ τὰς Λιβύας καὶ πλεῖστοι τῶν ἐν τῇ Ἀραβίᾳ ταύτην ἐπέγνωσαν καὶ ἐθαύμασάν τε τοὺς ὑπογράψαντας, ὅτι εἰ καί τι περιελέλειπτο παρ’ αὐτοῖς ἐκ τῆς ῥίζης τῆς τῶν Ἀρειανῶν ἄνω φύουσα πικρία , Αὐξέντιόν φαμεν καὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς, οὗτοι διὰ τῶν γραμμάτων τούτων ἐξεκόπησαν καὶ ἀπηλείφθησαν.