Οθεν τούτους ἔχων τύπον, ἀγαπητὲ Δρακόντιε , μὴ λέγε μηδὲ πείθου τοῖς λέγουσιν ἁμαρτίας εἶναι πρόφασιν τὴν ἐπισκοπὴν μηδὲ ὅτι ἐκ ταύτης ἀφορμὴ τοῦ ἁμαρτάνειν ἐστίν. ἔξεστι γὰρ καὶ ἐπίσκοπον ὄντα σε πεινᾶν καὶ διψᾶν ὡς ὁ Παῦλος , δύνασαι μὴ πιεῖν οἶνον ὡς ὁ Τιμόθεος καὶ νηστεύειν καὶ αὐτὸς συνεχῶς, ὡς ὁ Παῦλος ἐποίει , ἵνα κατ’ ἐκεῖνον οὕτως νηστεύων χορτάζῃς ἄλλους ἐν τοῖς λόγοις καὶ διψῶν ἐν τῷ μὴ πιεῖν ποτίζῃς ἄλλους διδάσκων. μὴ οὖν ταῦτα προβαλλέτωσαν οἱ συμβουλεύοντές σοι. εἴδομεν γὰρ καὶ ἐπισκόπους νηστεύοντας καὶ μοναχοὺς ἐσθίοντας. εἴδομεν καὶ ἐπισκόπους μὴ πίνοντας οἶνον, μοναχοὺς δὲ πίνοντας· εἴδομεν καὶ σημεῖα ποιοῦντας ἐπισκόπους, μοναχοὺς δὲ μὴ ποιοῦντας. πολλοὶ δὲ τῶν ἐπισκόπων οὐδὲ γεγαμήκασι, μοναχοὶ δὲ πατέρες τέκνων γεγόνασιν· ὥσπερ καὶ ἐπισκόπους πατέρας τέκνων καὶ μοναχοὺς ἐξ ὁλοκλήρου γένους τυγχάνοντας. καὶ πάλιν εἴδομεν κληρικοὺς πεινῶντας, μοναχοὺς δὲ νηστεύοντας. ἔξεστι γὰρ καὶ οὕτως, καὶ ἐκείνως οὐ κεκώλυται. ἀλλὰ πανταχοῦ τις ἀγωνιζέσθω· καὶ γὰρ ὁ στέφανος οὐ κατὰ τόπον, ἀλλὰ κατὰ τὴν πρᾶξιν ἀποδίδοται.