Μὴ τοίνυν κωλυέτωσάν σε μοναχοὶ ὡς μόνον ἐκ μοναχῶν κατασταθέντα, μηδὲ σὺ προφασίζου ὡς χείρων σεαυτοῦ ἐσόμενος· δύνασαι γὰρ καὶ καλλίων γενέσθαι μιμούμενος τὸν Παῦλον , ζηλῶν τῶν ἁγίων τὰς πράξεις. οἶδας γάρ, ὅτι οἱ τοιοῦτοι οἰκονόμοι τῶν μυστηρίων κατασταθέντες μᾶλλον κατὰ σκοπὸν ἐδίωκον εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως . πότε Παῦλος ἐμαρτύρησε καὶ τὸν στέφανον λαβεῖν προσεδόκησεν, εἰ μὴ ὅτε ἀπεστάλη διδάσκειν; πότε Πέτρος ὡμολόγησεν, εἰ μὴ ὅτε εὐηγγελίζετο καὶ ἁλιεὺς ἀνθρώπων γέγονε; πότε Ἠλίας ἀνελήφθη, εἰ μὴ ὅτε πᾶσαν τὴν προφητείαν ἐπλήρωσε ; πότε Ἐλισσαῖος ἐν πνεύματι ἔσχε διπλᾶ , εἰ μὴ ὅτε πάντα καταλιπὼν ἠκολούθησε τῷ Ἠλίᾳ ; διὰ τί δὲ καὶ ἐξελέξατο μαθητὰς ὁ σωτήρ, εἰ μὴ ἵνα καὶ ἀποστείλῃ;