καὶ ὅμως οὗτοι κατασταθέντες οὐκ ἀντειρήκασιν, ἀλλ’ ἔχοντες τύπον τὸν Ἐλισσαῖον καὶ εἰδότες τὰ κατὰ Ἠλίαν μαθόντες τε τὰ κατὰ τοὺς μαθητὰς καὶ ἀποστόλους ἀντελάβοντο τῆς φροντίδος καὶ οὐ κατεφρόνησαν τῆς λειτουργίας καὶ οὔτε χείρους ἑαυτῶν γεγόνασιν, ἀλλὰ καὶ μᾶλλον τοῦ καμάτου τὸν μισθὸν προσδοκῶσι προκόπτοντες καὶ προκόπτειν ἄλλους νουθετοῦντες. πόσους ἀπὸ τῶν εἰδώλων ἐπέστρεψαν; πόσους ἀπὸ τῆς δαιμονιώδους συνηθείας ἔπαυσαν νουθετοῦντες; πόσους παρέστησαν τῷ κυρίῳ δούλους, ὥστε καὶ τοὺς ὁρῶντας τὰ σημεῖα ταῦτα βλέποντας θαυμάζειν; ἢ οὐχὶ μέγα σημεῖον κόρην ποιῆσαι παρθενεύειν καὶ νεώτερον ἐγκρατεύεσθαι καὶ εἰδωλολάτρην ἐπιγνῶναι τὸν Χριστόν;