ἆρα γάρ, ἀγαπητὲ Δρακόντιε , ταῦτα γινώσκων καὶ συνετὸς τυγχάνων οὐ κατανύττῃ τὴν ψυχήν; οὐ φροντίζεις μὴ ἀπόληταί τις τῶν ἐγχειρισθέντων σοι; οὐ φλέγῃ ὡς ὑπὸ πυρὸς τοῦ συνειδότος; οὐ φοβῇ τὴν ἡμέραν τῆς κρίσεως, ἐν ᾗ οὐδεὶς τῶν συμβουλευόντων νῦν ἐκεῖ γενήσεται βοηθός; ἕκαστος γὰρ τῶν ἐγχειρισθέντων αὐτῷ καὶ λόγον ἀποδώσει. τί γὰρ ὤνησε τὸν κρύψαντα τὸ δηνάριον ἡ πρόφασις; ἢ τί ὠφέλησε τὸν Ἀδὰμ εἰρηκότα ἡ γυνή με ἠπάτησεν ; ἀγαπητὲ Δρακόντιε , εἰ καὶ ἀληθῶς ἀσθενὴς τυγχάνεις, ἀλλὰ ἀναλαβεῖν σε τὴν φροντίδα πρέπει, ἵνα μὴ τῆς ἐκκλησίας ἐρήμου τυγχανούσης οἱ ἐχθροὶ ταύτην βλάψωσι πρόφασιν εὑρόντες τὴν σὴν φυγήν. πρέπει σε ἀναζώσασθαι, ἵνα μὴ μόνους ἡμᾶς ἀφῇς ἐν τῷ ἀγῶνι· πρέπει σε συγκαμεῖν, ἵνα μετὰ πάντων καὶ τὸν μισθὸν ἀπολάβῃς.