εἴτε τοίνυν ἰσχνόφωνος εἶ καὶ βραδύγλωσσος , ἀλλὰ φοβήθητι τὸν πλάσαντά σε θεόν, εἴτε νεώτερον σαυτὸν λέγεις πρὸς τὸ κήρυγμα, ἀλλ’ εὐλαβοῦ τὸν γινώσκοντά σε πρὸ τοῦ πλασθῆναι , εἴτε λόγον δέδωκας – ὁ δὲ λόγος τοῖς ἁγίοις ὡς ὅρκος ἦν –, ἀλλὰ ἀνάγνωθι τὸν Ἱερεμίαν , πῶς καὶ αὐτὸς εἰρηκὼς οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου , ὕστερον δὲ φοβηθεὶς τὸ ἐν αὐτῷ πῦρ γενόμενον οὐκέτι, ὡς εἴρηκε, πεποίηκεν οὐδὲ ὡς προληφθεὶς τῷ ὅρκῳ ἐκρύβη, ἀλλὰ τὸν ἐγχειρίσαντα εὐλαβούμενος τετελείωκε τὴν προφητείαν. ἢ οὐκ οἶδας, ἀγαπητέ, ὅτι καὶ Ἰωνᾶς φυγὼν γέγονε μέν, ὡς γέγονε, μετὰ δὲ ταῦτα πάλιν προεφήτευσεν; Μὴ τοίνυν ἄλλα παρὰ ταῦτα συμβουλεύου. μᾶλλον γὰρ ἡμῶν οἶδεν ὁ κύριος τὰ ἡμῶν καὶ οἶδε τίσιν ἐγχειρίζει τὰς ἑαυτοῦ ἐκκλησίας. κἂν γὰρ μὴ ἄξιός τις τυγχάνῃ, ἀλλὰ μὴ πρὸς τὸν πρότερον βίον ἀποβλεπέτω, ἀλλὰ τὴν διακονίαν ἐκτελείτω, ἵνα μὴ πρὸς τῷ βίῳ καὶ τὴν ἐκ τῆς ἀμελείας κατάραν ἀπενέγκηται.