Ἤ τάχα τινές εἰσιν οἱ διὰ τοῦτο συμβουλεύοντές σοι κρύπτεσθαι ὡς λόγον καὶ ὅρκον σου δεδωκότος μὴ στῆναι, ἐὰν κατασταθῇς; τοιαῦτα γὰρ αὐτοὺς ἀκούω περιβομβεῖν ταῖς ἀκοαῖς καὶ δοκεῖν ἐν τούτοις εὐλαβεῖσθαι. ἀλλ’ εἰ ἦσαν ἀληθῶς εὐλαβεῖς, ηὐλαβήθησαν ἂν μάλιστα τὸν ἐπιθέντα σοι θεὸν τὸ λειτούργημα. εἰ δὲ ἀναγνόντες ἦσαν τὰς θείας γραφάς, οὐκ ἂν παρὰ ταύτας συνεβούλευον. ὥρα γὰρ αὐτοὺς καὶ τὸν Ἱερεμίαν καταμέμφεσθαι καὶ τὸν μέγαν αἰτιᾶσθαι Μωσῆν , ὅτι τὴν τούτων συμβουλὴν οὐκ ἤκουσαν, ἀλλὰ τὸν θεὸν φοβηθέντες τὴν διακονίαν ἐτέλεσαν καὶ προφητεύοντες ἐτελειώθησαν. καὶ γὰρ αὐτοὶ ἀποσταλέντες καὶ λαβόντες ἤδη τὴν τῆς προφητείας χάριν παρῃτήσαντο μέν, ἐφοβήθησαν δὲ μετὰ ταῦτα καὶ οὐκ ἐξουδένωσαν τὸν ἀποστείλαντα.