τίνα μὲν μιμεῖσθαί σε θέλουσιν ἐκεῖνοι; τὸν διστάζοντα καὶ θέλοντα μὲν ἀκολουθῆσαι, ὑπερτιθέμενον δὲ καὶ συμβουλευόμενον διὰ τοὺς ἰδίους , ἢ τὸν μακάριον Παῦλον τὸν ἅμα τῷ τὴν οἰκονομίαν ἐγχειρισθῆναι μὴ προσαναθέμενον σαρκὶ καὶ αἵματι ; εἰ γὰρ καὶ ἔλεγεν οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος , ὅμως γινώσκων ὃ ἔλαβε καὶ οὐκ ἀγνοῶν τὸν δεδωκότα ἔγραφεν· οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι · ὥσπερ δὲ τὸ οὐαί μοι οὐκ εὐαγγελιζόμενος οὕτως διδάσκων καὶ κηρύσσων τὸ εὐαγγέλιον χαρὰν καὶ στέφανον εἶχε τοὺς μαθητευομένους. διὰ τοῦτο καὶ σπουδὴ τῷ ἁγίῳ ἦν μέχρι τοῦ Ἰλλυρικοῦ κηρύττειν καὶ μὴ ὀκνεῖν μηδὲ εἰς τὴν Ῥώμην ἀπελθεῖν μηδὲ εἰς τὰς Σπανίας ἀναβῆναι , ἵνα ὅσον κοπιᾷ τοσοῦτον καὶ τοῦ κόπου τὸν μισθὸν μείζονα ἀπολάβῃ. ἐκαυχᾶτο οὖν τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος καὶ ἐθάρρει τὸν μέγαν στέφανον ἀποληψόμενος. οὐκοῦν, ἀγαπητὲ Δρακόντιε , τίνα μιμούμενος τοῦτο ποιεῖς; τοῦτον ἢ τοὺς μὴ τοιούτους; ἐγὼ μὲν εὔχομαί σε καὶ ἐμαυτὸν πάντων τῶν ἁγίων μιμητὰς γενέσθαι.