ὥρα γὰρ αὐτοὺς νομίζειν μηδὲν εἶναι μηδὲ τὴν τοῦ λουτροῦ χάριν, ἐάν τινες τούτου καταφρονῶσιν. ἀλλ’ εἴληφας, ὦ ἀγαπητὲ Δρακόντιε · μὴ ἀνέχου τῶν συμβουλευόντων σοι μηδὲ ἀπάτα σαυτόν. ἀπαιτηθήσῃ γὰρ τοῦτο παρὰ τοῦ δεδωκότος θεοῦ. ἢ οὐκ ἤκουσας τοῦ ἀποστόλου λέγοντος· μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος ; ἢ οὐκ ἀνέγνως, πῶς μὲν τὸν διπλάσαντα ἀποδέχεται, τὸν δὲ κρύψαντα κατεδίκασε; γένοιτο δὲ ταχέως ἐπανελθεῖν σε, ἵνα καὶ σὺ τῶν ἐπαινουμένων γένῃ· ἢ εἰπέ, τίνος σε θέλουσιν εἶναι μιμητὴν οἱ συμβουλεύοντές σοι; δεῖ γὰρ ἡμᾶς κατὰ σκοπὸν τῶν ἁγίων καὶ τῶν πατέρων πολιτεύεσθαι καὶ τούτους μιμεῖσθαι, εἰδέναι δὲ ὅτι τούτων ἀφιστάμενοι ἀλλότριοι καὶ τῆς τούτων κοινωνίας γινόμεθα.