εἰ δὲ τῶν ἐκκλησιῶν ἡ διάταξις οὐκ ἀρέσκει σοι οὐδὲ νομίζεις τὸ τῆς ἐπισκοπῆς λειτούργημα μισθὸν ἔχειν, ἀλλὰ καὶ καταφρονεῖν τοῦ ταῦτα διαταξαμένου σωτῆρος πεποίηκας σαυτόν, παρακαλῶ, μὴ τοιαῦτα λογίζου μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων. οὐ γὰρ ἄξια Δρακοντίου ταῦτα. ἃ γὰρ ὁ κύριος διὰ τῶν ἀποστόλων τετύπωκε, ταῦτα καλὰ καὶ βέβαια μένει· ἡ δὲ τῶν ἀδελφῶν δειλία παύσεται. Εἰ γὰρ τὸν αὐτὸν νοῦν εἶχον πάντες οἷον νῦν ἔχουσιν οἱ συμβουλεύοντές σοι, πῶς ἂν ἐγένου σὺ Χριστιανὸς ἐπισκόπων μὴ ὄντων; ἐὰν δὲ καὶ οἱ μεθ’ ἡμᾶς ἀναλάβωσι τὸν τοιοῦτον νοῦν, πῶς ἂν συστῆναι δυνήσονται αἱ ἐκκλησίαι; ἢ νομίζουσιν οἱ συμβουλεύοντές σοι μηδὲν εἰληφέναι σε ὅτι καταφρονοῦσιν; ἀλλὰ καὶ τοῦτο ψευδῶς.