Παρακαλῶ φεῖσαι σεαυτοῦ καὶ ἡμῶν· σαυτοῦ μέν, ἵνα μὴ κινδυνεύσῃς, ἡμῶν δέ, ἵνα μὴ λυπηθῶμεν ἐπὶ σοί. φρόντιζε τῆς ἐκκλησίας, ἵνα μὴ διὰ σὲ πολλοὶ τῶν μικρῶν βλαβῶσι καὶ οἱ ἄλλοι δὲ πρόφασιν λάβωσιν εἰς τὸ ἀναχωρεῖν. εἰ μὲν οὖν τὸν καιρὸν ἐφοβήθης καὶ καταπτήξας τοῦτο ἐποίησας, οὐκ ἀνδρικὸν τὸ φρόνημα. ἔδει γὰρ τὸν κατὰ Χριστὸν ζῆλον ἐν τοῖς τοιούτοις ἐπιδείκνυσθαι καὶ μᾶλλον ἐν ταῖς περιστάσεσι παρρησιάζεσθαι λέγειν τε τὰ τοῦ μακαρίου Παύλου ῥήματα· ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν , καὶ μάλιστα ὅτι οὐ πρέπει τῷ καιρῷ δουλεύειν, ἀλλὰ τῷ κυρίῳ.