ὦ ἀγαπητὲ Δρακόντιε , ἀντὶ χαρᾶς λύπην ἡμῖν πεποίηκας, ἀντὶ παραμυθίας στεναγμόν. προσεδοκῶμεν γὰρ παραμυθίαν ἔχειν σε μεθ’ ἡμῶν καὶ νῦν βλέπομεν φεύγοντά σε καὶ ὁρῶμεν ὅτι κρινόμενος μὲν ἐλεγχθήσῃ, κινδυνεύων δὲ μεταμεληθήσῃ. καὶ τίς φείσεται , ὡς ὁ προφήτης εἴρηκεν, ἐπὶ σοί ; τίς ἀνακάμψει ἐπὶ σὲ εἰς εἰρήνην ὁρῶν τοὺς ἀδελφούς, δι’ οὓς Χριστὸς ἀπέθανε, βλαβέντας ἐπὶ τῇ σῇ φυγῇ; δεῖ γὰρ εἰδέναι σε καὶ μὴ ἀμφιβάλλειν, ὅτι πρὶν μὲν κατασταθῇς σαυτῷ ἔζης, κατασταθεὶς δὲ οἷς κατεστάθης. καὶ πρὶν μὲν λάβῃς τὴν τῆς ἐπισκοπῆς χάριν, οὐδεὶς ἐγίνωσκέ σε, γενόμενον δὲ λοιπὸν οἱ λαοὶ προσδοκῶσι φέροντα τροφὴν αὐτοῖς τὴν ἐκ τῶν γραφῶν διδασκαλίαν. ὅταν τοίνυν οἱ προσδοκῶντες λιμώττωσι, σὺ δὲ σεαυτὸν μόνον τρέφῃς, καὶ ἔλθῃ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμεῖς τε αὐτῷ παραστῶμεν, ποίαν σχοίης ἀπολογίαν ὁρῶντος αὐτοῦ τὰ ἴδια πρόβατα λιμώττοντα; εἰ μὲν γὰρ μὴ εἰλήφεις τὰ δηνάρια, οὐκ ἂν ἐμέμψατό σε· λαβόντα δὲ καὶ χώσαντα καὶ κρύψαντα, μέμψαιτ’ ἂν εἰκότως λέγων ἐκεῖνα τὰ ῥήματα, ἃ μὴ γένοιτο κἂν ἀκοῦσαι τὴν σὴν εὐλάβειαν· ἔδει σε βαλεῖν τὰ δηνάριά μου τοῖς τραπεζίταις, ἵνα ἐλθὼν κἀγὼ παρ’ ἐκείνων ἀπαιτήσω.