καὶ γὰρ ἡ ἐκ παραδόξου γενομένη συμφωνία ἐν τῇ Ἀλεξανδρέων χώρᾳ ἐν τῇ σῇ καταστάσει ἐξ ἀνάγκης σχισθήσεται διὰ τὴν σὴν ἀναχώρησιν· καὶ ἡ ἐπισκοπὴ δὲ τῆς χώρας αὐτῆς ὑπὸ πολλῶν ἁρπαγήσεται καὶ πολλῶν οὐκ ὀρθῶν, ἀλλ’ ὧν οἶδας καὶ αὐτός. καὶ ἐθνικοὶ δὲ οἱ ἐπαγγελλόμενοι Χριστιανοὶ γίνεσθαι ἐπὶ τῇ σῇ καταστάσει ἀπομενοῦσιν Ἕλληνες τῆς σῆς εὐλαβείας ἐξουθενούσης τὴν δοθεῖσαν χάριν. Ποία οὖν ἐπὶ τοῖς τοιούτοις ἀπολογία παρὰ σοῦ δοθήσεται; ποίοις ἂν ἀπονίψασθαι καὶ ἀπομάξασθαι λόγοις τὰς τοιαύτας αἰτίας δυνήσῃ; πῶς θεραπεύσεις τοὺς διὰ σὲ πεσόντας καὶ σκανδαλιζομένους; ἢ πῶς μετὰ τὸ σχισθῆναι τὴν εἰρήνην συρράψαι ταύτην δυνήσῃ;