Ἀγαπητῷ υἱῷ Παλλαδίῳ πρεσβυτέρῳ Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν κυρίῳ χαίρειν. Καὶ τὴν παρὰ σοῦ μόνου γραφεῖσαν ἐπιστολὴν δεξάμενος ἐχάρην, μάλιστα ὅτι συνήθως ἔπνεες ὀρθοδοξίας, καὶ τὴν αἰτίαν [δέ], δι’ ἣν μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν Ἰννοκεντίου διάγεις, οὐ πρῶτον νῦν ἀλλ’ ἔκπαλαι μαθὼν ἀπεδεξάμην σου τὴν εὐλάβειαν. οὕτω τοίνυν πράττων γράφε καὶ γνώριζε ἡμῖν πῶς οἱ ἐκεῖ ἀδελφοὶ καὶ πῶς οἱ ἐχθροὶ τῆς ἀληθείας περὶ ἡμῶν διανοοῦνται. ἐπειδὴ δὲ καὶ περὶ τῶν μοναζόντων τῶν ἐν Καισαρείᾳ ἐδήλωσας – ἔμαθον δὲ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Διανίου ͵– ὡς λυπουμένων καὶ ἀνθισταμένων αὐτῶν τῷ ἀγαπητῷ ἡμῶν Βασιλείῳ τῷ ἐπισκόπῳ, σὲ μὲν ἀπεδεξάμην δηλώσαντα, αὐτοῖς δὲ τὰ πρέποντα δεδήλωκα, ἵν’ ὡς τέκνα ὑπακούωσι πατρὶ͵καὶ μὴ ἀντιλέγωσιν, οἷς αὐτὸς δοκιμάζει. εἰ μὲν γὰρ ὕποπτος ἦν περὶ τὴν ἀλήθειαν,͵καλῶς ἐμάχοντο· εἰ δὲ τεθαρρήκασι, τεθαρρήκαμεν δὲ καὶ πάντες ἡμεῖς, ὡς καύχημα τῆς ἐκκλησίας ἐστὶν ἀγωνιζόμενος μᾶλλον ὑπὲρ τῆς ἀληθείας καὶ διδάσκων τοὺς δεομένους· οὐ χρὴ πρὸς τὸν τοιοῦτον μάχεσθαι, ἀλλὰ καὶ μᾶλλον ἀποδέχεσθαι τὴν ἀγαθὴν αὐτοῦ συνείδησιν. ἐξ ὧν γὰρ διηγήσατο ὁ ἀγαπητὸς Διάνιος μάτην φαίνονται λυπούμενοι.