Ἀγαπητῷ υἱῷ Παλλαδίῳ πρεσβυτέρῳ Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν κυρίῳ χαίρειν. Καὶ τὴν παρὰ σοῦ μόνου γραφεῖσαν ἐπιστολὴν δεξάμενος ἐχάρην, μάλιστα ὅτι συνήθως ἔπνεες ὀρθοδοξίας, καὶ τὴν αἰτίαν [δέ], δι’ ἣν μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν Ἰννοκεντίου διάγεις, οὐ πρῶτον νῦν ἀλλ’ ἔκπαλαι μαθὼν ἀπεδεξάμην σου τὴν εὐλάβειαν.