καὶ σὺ οὖν, ἀγαπητέ, θέλησον αὐτοῖς δηλῶσαι, ἵνα, ὡς ἔγραψα, πεισθῶσι. τοῦτο γὰρ καὶ αὐτοὺς συνίστησιν εὐγνώμονας πρὸς πατέρα· τοῦτο καὶ τὴν εἰρήνην τῆς ἐκκλησίας διαφυλάττει. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι ἀγαπητὲ υἱέ.