αὐτὸς μὲν γάρ, ὡς τεθάρρηκα, τοῖς ἀσθενοῦσιν ἀσθενὴς γίνεται, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ· οἱ δὲ ἀγαπητοὶ ἡμῶν ἀποβλέποντες εἰς τὸν σκοπὸν τῆς ἀληθείας αὐτοῦ καὶ τὴν οἰκονομίαν δοξαζέτωσαν τὸν κύριον τὸν δεδωκότα τῇ Καππαδοκίᾳ τοιοῦτον ἐπίσκοπον, οἷον καὶ ἑκάστη χώρα ἔχειν εὔχεται. καὶ σὺ οὖν, ἀγαπητέ, θέλησον αὐτοῖς δηλῶσαι, ἵνα, ὡς ἔγραψα, πεισθῶσι. τοῦτο γὰρ καὶ αὐτοὺς συνίστησιν εὐγνώμονας πρὸς πατέρα· τοῦτο καὶ τὴν εἰρήνην τῆς ἐκκλησίας διαφυλάττει. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι ἀγαπητὲ υἱέ.