εἰ μὲν γὰρ ὕποπτος ἦν περὶ τὴν ἀλήθειαν,͵καλῶς ἐμάχοντο· εἰ δὲ τεθαρρήκασι, τεθαρρήκαμεν δὲ καὶ πάντες ἡμεῖς, ὡς καύχημα τῆς ἐκκλησίας ἐστὶν ἀγωνιζόμενος μᾶλλον ὑπὲρ τῆς ἀληθείας καὶ διδάσκων τοὺς δεομένους· οὐ χρὴ πρὸς τὸν τοιοῦτον μάχεσθαι, ἀλλὰ καὶ μᾶλλον ἀποδέχεσθαι τὴν ἀγαθὴν αὐτοῦ συνείδησιν. ἐξ ὧν γὰρ διηγήσατο ὁ ἀγαπητὸς Διάνιος μάτην φαίνονται λυπούμενοι. αὐτὸς μὲν γάρ, ὡς τεθάρρηκα, τοῖς ἀσθενοῦσιν ἀσθενὴς γίνεται, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ· οἱ δὲ ἀγαπητοὶ ἡμῶν ἀποβλέποντες εἰς τὸν σκοπὸν τῆς ἀληθείας αὐτοῦ καὶ τὴν οἰκονομίαν δοξαζέτωσαν τὸν κύριον τὸν δεδωκότα τῇ Καππαδοκίᾳ τοιοῦτον ἐπίσκοπον, οἷον καὶ ἑκάστη χώρα ἔχειν εὔχεται.