οὕτω τοίνυν πράττων γράφε καὶ γνώριζε ἡμῖν πῶς οἱ ἐκεῖ ἀδελφοὶ καὶ πῶς οἱ ἐχθροὶ τῆς ἀληθείας περὶ ἡμῶν διανοοῦνται. ἐπειδὴ δὲ καὶ περὶ τῶν μοναζόντων τῶν ἐν Καισαρείᾳ ἐδήλωσας – ἔμαθον δὲ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Διανίου ͵– ὡς λυπουμένων καὶ ἀνθισταμένων αὐτῶν τῷ ἀγαπητῷ ἡμῶν Βασιλείῳ τῷ ἐπισκόπῳ, σὲ μὲν ἀπεδεξάμην δηλώσαντα, αὐτοῖς δὲ τὰ πρέποντα δεδήλωκα, ἵν’ ὡς τέκνα ὑπακούωσι πατρὶ͵καὶ μὴ ἀντιλέγωσιν, οἷς αὐτὸς δοκιμάζει.