μάθε, πῶς ἀκούσας περὶ τῆς ὠμότητος τοῦ θηρίου καὶ ἰδὼν τοὺς περὶ Βάλεντα διὰ τῆς Λιβύης ἐλθόντας ἐφοβούμην, μὴ κἀκεῖνος περάσαι τολμήσῃ καὶ ὡς λῃστὴς φονεύσῃ τοὺς ἀγαπῶντας καὶ μνημονεύοντας τοῦ μακαρί τ ου ὧν ἐμαυτὸν οὐδενὸς εἶναι δεύτερον τίθημι. Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους ἔγραψα αὐτῷ καὶ οὐ μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας καὶ τὸν μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δὲ τὸν ἀδελφὸν ὄντα καὶ ἐκδικοῦντα τὸν ἐκείνου θάνατον ἐλυπούμην; ἀλλ’ ἐκείνου μὲν τῆς παρανομίας ἐμνημόνευον, τῆς δὲ σῆς εὐεργεσίας ἐπελανθανόμην, ἣν καὶ μετὰ θάνατον τοῦ μακαρίτου τοιαύτην ἔσεσθαι περὶ ἐμὲ οἵα ἦν καὶ περιόντος ἐκείνου διὰ γραμμάτων δηλῶσαι κατηξίωσας;