παρακαλῶ, καθὰ προεῖπον, ἐξέταζε καὶ μάλιστα μάρτυρας ἔχων τοὺς ἀποσταλέντας ποτὲ παρ’ ἐκείνου πρὸς μὲ πρέσβεις· εἰσὶ δὲ Σαρβάτιος καὶ Μάξιμος οἱ ἐπίσκοποι καὶ οἱ σὺν αὐτοῖς καὶ Κλημέντιος καὶ Βάλης . μάθε, παρακαλῶ, εἰ γράμματά μοι κεκομίκασιν. ταῦτα γὰρ παρεῖχε πρόφασιν κἀμοὶ τοῦ γράφειν ἐκείνῳ. εἰ δὲ μὴ ἔγραψε μηδὲ ἐγίνωσκέ με, πῶς ἔγραφον ἐγὼ μὴ ἐπιστάμενος αὐτόν; ἐρώτησον, εἰ μὴ ἑωρακὼς τοὺς περὶ Κλημέντιον ἐμνήσθην τοῦ τῆς μακαρίας μνήμης Κώνσταντος καὶ κατὰ τὸ γεγραμμένον ἐν δάκρυσί μου τὰ ἱμάτια διέβρεχον ἐνθυμούμενος τὴν φιλανθρωπίαν καὶ τὴν φιλόχριστον αὐτοῦ ψυχήν.