εἰ δὲ καὶ αὐτός, οἶδεν ἀκριβῶς, ὅτι, τῶν οὕτω διακειμένων καὶ εἴ τις ἠγάπα τὸν μακαρίτην Κώνσταντα , οὐκ ἐγίνετο φίλος τῷ κατ’ ἐκείνου γενομένῳ· εἰ δὲ ἄλλως διέκειτο ἢ ὡς ἡμεῖς, φοβοῦμαι μὴ ἅπερ ὁ μισῶν ἐκεῖνον ἐντεθύμηται, ταῦτα κατεψεύσατο κατ’ ἐμοῦ. Ἐγὼ μὲν οὖν ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν ἀπολογούμενον ἀπορῶ καὶ μόνον ἐμαυτοῦ μυρίους καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τις εἰς ἐμὲ περὶ τούτου γένηται. σοὶ δέ, φιλάληθες βασιλεῦ, θαρρῶν ἀπολογοῦμαι.