καὶ οὔτε ταῦτα βλέπων ὁ μιαρὸς ᾐδέσθη οὔτε τὴν δοθεῖσαν χάριν τῷ μακαρίτῃ διὰ τοῦ βαπτίσματος πεφόβηται, ἀλλ’ ὡς δαίμων τις ἀλάστωρ καὶ διαβολικὸς ἐμάνη κατ’ αὐτοῦ. τῷ μὲν οὖν μακαρίτῃ τοῦτο γέγονεν εἰς μαρτύριον, ἐκεῖνος δὲ λοιπὸν ὡς δέσμιος κατὰ τὸν Κάιν στένων καὶ τρέμων ἐδιώκετο, ἵνα καὶ τὸν Ἰούδαν ἐν τῷ θανάτῳ μιμήσηται δήμιος καθ’ ἑαυτοῦ γινόμενος καὶ διπλῆν ἐποίσηται καθ’ ἑαυτοῦ τὴν τιμωρίαν ἐν τῇ μετὰ ταῦτα κρίσει. Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι. ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ’ ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο· οἶδε γὰρ ἀκριβῶς ὅτι κατεψεύσατο. ἐβουλόμην δὲ αὐτόν, ὅστις ἐστίν, ἐνταῦθα παρεῖναι καὶ ἐπ’ αὐτῆς τῆς ἀληθείας ἐρωτῆσαι – ἃ γὰρ ὡς θεοῦ παρόντος λαλοῦμεν, τοῦτον ὅρκον ἔχομεν ἡμεῖς οἱ Χριστιανοί. πότερος ἡμῶν ἔχαιρε τοῦ μακαρίτου Κώνσταντος ζῶντος καὶ τίς μᾶλλον ηὔχετο, καὶ ἡ πρώτη διαβολὴ δείκνυσι καὶ παντὶ τοῦτο δῆλόν ἐστιν.