̓͂Αρ’ οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν κατήγορόν ἐστι μανικόν; τί γάρ με πάλιν θαρρεῖν ἔπειθεν αὐτῷ; ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ; ὅτι τὸν ἴδιον δεσπότην ἀνεῖλε καὶ περὶ τοὺς ἑαυτοῦ φίλους ἄπιστος γέγονε καὶ ὅρκους μὲν παρέβη, εἰς δὲ τὸν θεὸν ἠσέβησε φαρμακοὺς καὶ ἐπαοιδοὺς ἐπιβοῶν κατὰ τῆς τοῦ θεοῦ κρίσεως; ποίῳ δὲ συνειδότι χαίρειν ἔλεγον τούτῳ, οὗ ἡ μανία καὶ ἡ ὠμότης οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν καθ’ ἡμᾶς οἰκουμένην ἐλύπησε; μεγάλην γε χάριν καὶ πολλὴν ἐκ τούτων ὤφειλον τούτῳ, ὅτι ὁ μὲν μακαρίτης ἀδελφός σου τὰς ἐκκλησίας ἀναθημάτων ἐπλήρωσεν, οὗτος δὲ αὐτὸν ἀποστέλλοντα πεφόνευκε.