τὸ μὲν γάρ, ὅσον εἰς αὐτοὺς ἧκε, στόμα καταψευσάμενον ἀνεῖλε ψυχήν , ἡ δὲ σὴ μακροθυμία νενίκηκε παρασχοῦσα παρρησίαν ἀπολογίας, ἵνα καὶ καταγνωσθῆναι δυνηθῶσιν ὡς φιλόνεικοι καὶ συκοφάνται. Περὶ μὲν οὖν τοῦ εὐσεβεστάτου σου ἀδελφοῦ τοῦ τῆς μακαρίας μνήμης ταῦτα· δύνασαι γὰρ κατὰ τὴν δοθεῖσάν σοι σοφίαν παρὰ θεοῦ προλαμβάνειν τὰ πολλὰ ἐκ τῶν ὀλίγων τούτων καὶ γινώσκειν τὴν πλασθεῖσαν κατηγορίαν. περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ – τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι –, παρακαλῶ, ὡς θέλεις καὶ δι’ ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνάκρινε. ἡ γὰρ ὑπερβολὴ τῆς διαβολῆς ἐξίστησί με καὶ εἰς πολλὴν ἀφασίαν ἄγει.