οὐδένα μὲν οὖν οὗτος εὑρήσει μάρτυρα τῶν μὴ γενομένων, ἐγὼ δέ, ὅτι οὐ ψεύδομαι, μάρτυρα μετὰ τῆς ἀληθείας καὶ τὴν σὴν εὐσέβειαν ἔχω. ἀξιῶ γὰρ γινώσκων σε μνημονικώτατον ἀναμνησθῆναι τῶν λόγων, ὧν ἀνέφερον τότε, ὅτε κατηξίωσας ἰδεῖν με – πρῶτον μὲν ἐν Βιμινακίῳ , δεύτερον δὲ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ τρίτον ἐν Ἀντιοχείᾳ –, εἰ κἂν τῶν περὶ Εὐσέβιον τῶν με λυπησάντων κακῶς ἐμνημόνευσα παρὰ σοί, εἰ διέβαλόν τινας τῶν ἀδικησάντων με. εἰ δὲ μηδὲ καθ’ ὧν ἔδει με λέγειν τούτους διέβαλον, ποίαν εἶχον μανίαν βασιλέα βασιλεῖ διαβάλλειν καὶ ἀδελφὸν ἀδελφῷ συγκροῦσαι; παρακαλῶ, ἢ παρόντα με ποίησον ἐλεγχθῆναι ἢ κατάγνωθι τῶν διαβολῶν καὶ μίμησαι τὸν Δαυὶδ λέγοντα· τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον, τοῦτον ἐξεδίωκον.