μετὰ δὲ τὴν σύνοδον ἐν τῇ Ναισσῷ μοι διάγοντι γράφει, καὶ ἀνελθὼν ἐν Ἀκυληίᾳ λοιπὸν διέτριβον, ἔνθα με τὰ γράμματα τῆς σῆς θεοσεβείας κατέλαβον, κἀκεῖθεν κληθεὶς πάλιν παρὰ τοῦ μακαρίτου καὶ ἀνελθὼν εἰς τὰς Γαλλίας οὕτως ἦλθον παρὰ τὴν σὴν εὐσέβειαν. Ποῖον τοίνυν τόπον ἢ τίνα χρόνον φησὶν ὁ κατήγορος, ἐν ᾧ τοιαῦτά με εἰρηκέναι διέβαλλεν; ἢ τίνος παρόντος ἐμάνην φθέγξασθαι τοιαῦτα, οἷα ὡς εἰπόντος μου κατεψεύσατο; ἢ τίς ἐστιν ὁ τούτῳ συνηγορῶν καὶ μαρτυρῶν; ἃ γὰρ εἶδον οἱ ὀφθαλμοὶ αὐτοῦ, ταῦτα καὶ λέγειν ὀφείλει , ὡς ἡ θεία γραφὴ παρήγγειλεν.