τριῶν τοίνυν ἐτῶν παρελθόντων τῷ τετάρ τῳ ἐνιαυτῷ γράφει κελεύσας ἀπαντῆσαί με πρὸς αὐτόν· ἦν δὲ ἐν τῇ Μεδιολάνῳ . ἐγὼ δὲ διερωτῶν τὴν αἰτίαν – οὐ γὰρ ἐγίνωσκον, μάρτυς ὁ κύριος – ἔμαθον, ὅτι ἐπίσκοποί τινες ἀνελθόντες ἠξίωσαν αὐτὸν γράψαι τῇ σῇ εὐσεβείᾳ, ὥστε σύνοδον γενέσθαι. πίστευε, βασιλεῦ, οὕτω γέγονε καὶ οὐ ψεύδομαι. κατελθὼν τοίνυν εἰς τὴν Μεδιόλανον εἶδον πολλὴν φιλανθρωπίαν· κατηξίωσε γὰρ ἰδεῖν με καὶ εἰπεῖν ὅτι ἔγραψε καὶ ἀπέστειλε πρὸς σὲ ἀξιῶν σύνοδον γενέσθαι. διάγοντα δέ με ἐν τῇ προειρημένῃ πόλει μετεπέμψατο πάλιν εἰς τὰς Γαλλίας – ἐκεῖ γὰρ καὶ ὁ πατὴρ Ὅσιος ἤρχετο –, ἵνα ἐκεῖθεν εἰς τὴν Σαρδικὴν ὁδεύσωμεν.