Ἐξελθὼν ἀπὸ τῆς Ἀλεξανδρείας οὐκ εἰς τὸ στρατόπεδον τοῦ ἀδελφοῦ σου οὐδὲ πρὸς ἄλλους τινὰς ἢ μόνον εἰς τὴν Ῥώμην ἀνῆλθον καὶ τῇ ἐκκλησίᾳ τὰ κατ’ ἐμαυτὸν παραθέμενος – τούτου γὰρ μόνου μοι φροντὶς ἦν – ἐσχόλαζον ταῖς συνάξεσι. τῷ ἀδελφῷ σου οὐκ ἔγραψα ἢ μόνον, ὅτε οἱ περὶ Εὐσέβιον ἔγραψαν αὐτῷ κατ’ ἐμοῦ καὶ ἀνάγκην ἔσχον ἔτι ὢν ἐν τῇ Ἀλεξανδρείᾳ ἀπολογήσασθαι, καὶ ὅτε πυκτία τῶν θείων γραφῶν κελεύσαντος αὐτοῦ μοι κατασκευάσαι, ταῦτα ποιήσας ἀπέστειλα· χρὴ γὰρ ἀπολογούμενόν με ἀληθεύειν τῇ σῇ θεοσεβείᾳ.