δύναται Φουρτουνατιανὸς ὁ τῆς Ἀκυληίας ἐπίσκοπος μαρτυρῆσαι περὶ τούτου, ἱκανός ἐστιν ὁ πατὴρ Ὅσιος εἰπεῖν καὶ Κρισπῖνος ὁ τῆς Πατάβων καὶ Λούκιλλος ὁ ἐν Βερωνὶ καὶ Διονύσιος ὁ ἐν Ἤλιδι καὶ Βικέντιος ὁ ἐν Καμπανίᾳ ἐπίσκοπος. καὶ ἐπειδὴ τετελευτήκασι Μαξιμῖνος ὁ Τριβέρεως καὶ Προτάσιος ὁ τῆς Μεδιολάνου , δύναται καὶ Εὐγένιος ὁ γενόμενος μάγιστρος μαρτυρῆσαι· αὐτὸς γὰρ εἱστήκει πρὸ τοῦ βήλου καὶ ἤκουεν ἅπερ ἠξιοῦμεν αὐτὸν καὶ ἅπερ αὐτὸς κατηξίου λέγειν ἡμῖν. ταῦτα τοίνυν εἰ καὶ ἱκανὰ πρὸς ἀπόδειξίν ἐστι, συγχώρησον ὅμως διηγήσασθαι καὶ τὸν λογισμὸν τῆς ἀποδημίας, ἵνα καὶ ἐκ τούτων καταγνῷς τῶν διαβαλλόντων ἡμᾶς μάτην.