οὐ γὰρ οὕτως ἦν εὐχερὴς ὁ φιλόχριστος ἐκεῖνος οὐδὲ τηλικοῦτος ἤμην ἐγώ, ἵνα περὶ τοιούτων ἐκοινολογούμεθα καὶ ἀδελφὸν ἀδελφῷ διέβαλλον ἢ παρὰ βασιλεῖ περὶ βασιλέως κακῶς μνημονεύσω. οὐ μαίνομαι, βασιλεῦ, οὐδὲ ἐπελαθόμην τῆς θείας φωνῆς λεγούσης· καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ καὶ ἐν ταμείοις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σου τὴν φωνὴν καὶ ὁ τὰς πτέρυγας ἀπαγγελεῖ λόγον σου. εἰ δὲ καὶ τὰ κατ’ ἰδίαν λεγόμενα καθ’ ὑμῶν τῶν βασιλέων οὐ κρύπτεται, πῶς οὐκ ἄπιστον, εἰ παρόντος βασιλέως καὶ τοσούτων ἑστώτων ἔλεγον κατὰ σοῦ; οὐ γὰρ μόνος ἑώρακά ποτε τὸν ἀδελφόν σου οὐδὲ μόνῳ μοί ποτε ἐκεῖνος ὡμίλησεν, ἀλλ’ ἀεὶ μετὰ τοῦ ἐπισκόπου τῆς πόλεως ἔνθα ἦν καὶ ἄλλων τῶν ἐκεῖ παρατυγχανόντων εἰσηρχόμην κοινῇ τε αὐτὸν ἐβλέπομεν καὶ κοινῇ πάλιν ἀνεχωροῦμεν.